Ancient Greek
ἀνεγνώσθη...
σήμερον ἀνέγνων τοῦ ΛΟΓΟΥ τὸ ὄγδοον κεφάλαιον, τοῦτʼ ἐστιν «ἡ Εὐρώπη». «ἡ Εὐρώπη» ἐστὶ χρήσιμον «πινακικεφάλαιον», ὡς ὁ Πατρολογιστὴς λέγει, ἀλλὰ ὀλίγα ἐν τῷ κεφαλαίῳ δυσχερῆ εἰσι τοῖς ἀναγιγνώσκουσι τοῖς οὐκ Ἰβηρικοῖς. οἱ μαηθταὶ οἱ Ἰβηρικοὶ δηλονότι ἀναγνωρίζουσι τὴν Ἔβυσον, ἔγωγε μέντοι τοῦτο τὸ ὄνομα εἶδον οὐδέποτε πάντων τῶν ἐμῶν ἔτων τοῦ Ἑλληνιστὶ ἀναγιγνώσκεῖν. ἡ δὲ νῆσος «Ἄνδρος» καὶ οὐκ ἀνἐνγώρισα, ἀλλὰ ἡ μὲν Ἄνδρος ἐν τῷ πίνακι τῷ τοῦ ἐπιγιγνομένου κεφαλαίου φαίνεται, ἡ δὲ Ἔβυσος οὐ φαίνεται ἐν οὐδενὶ πίνακι τοῦ οὐδενὸς κεφαλαίου, ὡς ἐμοὶ φαίνεται. πολλὰ δὲ τῶν Ἑλληνικῶν ὀνομάτων καὶ Ῥωμαϊκῇ γράφονται, ταῦτʼ εἰσιν, Rhēnus, Dānuvius, Tiber, Rōma, Pompeiī, καὶ Herculaneum. ἀλλὰ τὸ «Ibiza» ἢ ὅμοιόν τι ὄνομα Ῥωμαϊκῇ οὐ φαίνεται. οὗτοι δὲ οὖν οἱ πίνακες οὐ χρησιμώτατοι πλὴν τῶν ἀναγιγνόντων Ἰβηρικῶν.
σήμερον καὶ ἀνέγνων τὴν τοῦ Παύλου ἐπιστολὴν πρὸς Φιλήμονα. πλείονα ἔχω λέξαι περὶ ταύτης τῆς ἐπιστολῆς ἢ περὶ τοῦ ὀγδόου κεφαλαίου τοῦ ΛΟΓΟΥ, πολλά περὶ τὴν κοινωνίᾱν καὶ τὸν οἶκον τὸν τοῦ θεοῦ, ἀλλὰ ταῦτα κατέχω ἕως δυνήσομαι ἀμεινόνως κοινωνῆσαι τὰς γνώμᾱς μου Ἑλληνιστί.