ἀνεγνώσθη σήμερον τὸ εἰκοστὸν τρίτον κεφάλαιον τοῦ ΛΟΓΟΥ “ἡ Ἀττική”. χρήσιμον ἐνόμισα τοῦτο τὸ κεφάλαιον καὶ σχεδὸν εἰπεῖν ἡδύ, ἴσως δʼ ἐγὼ διαφωνῶ τοῖς πλείστοις ἀναγιωνώσκουσιν. ἀλλʼ ἡ πληθυντικὴ ὀνομαστικὴ μορφὴ τῆς λέξεως “ὕλη” ἐστὶν “ὗλαι”, οὐχ “ὕλαι”, ὥσπερ τῇ σλη' σελίδι γέγραπται.
ἀνεγνώσθη σήμερον τοῦ ΛΟΓΟΥ τὸ εἰκοστὸν καὶ δεύτερον κεφάλαιον “δεσπόται καὶ δοῦλοι”. τὰ γιγνόμενα τοῦ κεφαλαίου ὅμοιά ἐστιν ἐκείνοις κεφαλαίου τινὸς ἐν τῷ τοῦ Οἔρβεργος βιβλίῳ ὃν ΛΟΓΟΣ ἀκολουθεῖ. λόγος τις ὃν ἐκ τοῦ Οἔρβεργος ἀναμιμνῄσκω μοι θῡμὸν συγχεῖ· “δούλη ἣ δούλης κατηγορεῖ οὐκ ἀγαθή ἐστιν”. ἆρα τὰ πρόσωπα πιστεύουσι τούτῳ; ἆρα οἱ Ἕλληνες τούτῳ πιστεύουσιν ἢ οἱ Ῥωμαϊκοί; περὶ τούτου ἀπορῶ. ἀλλὰ τὸν λόγον ὑποπτεύω λεγόμενον ὑπὸ τοῦ δεσπότου. ἄτοπον δὲ εὗρον λέγειν “δεικνύω” ἀντὶ τοῦ κοινοτέρου ῥήματος “δείκνῡμι”.
τὰ μῑκρώτατα σφάλματα ἃ εὗρον·
-
τῇ σλγ' σελίδι· “ἕν οἶδα”
-
τῇ σλε'· “οὖτω”
-
τῇ σλϛ'· “ἐστὶν τὸ”, καὶ ὑποπτεύω ὀλίγοις ῥήμασιν τὸ έφελκυστικὸν νῦ προσθετέον, ὥσπερ “ἔδωκε” καὶ “ἔκλεψε”
σήμερον ἀνεγνώσθη τὸ εἰκοστὸν καὶ πρῶτον κεφάλαιον τοῦ ΛΟΓΟΥ “τὰ γεωργικὰ καὶ κατʼ οἶκον ἔργα”. πολλοὶ τόνοι ἐν τῷ κεφαλαίῳ οὐκ εἴσιν ὀρθοί. τῇ γὰρ σιη', τῇ σκ', καὶ δὶς τῇ σκβ' σελίδι γράφεται “διαλεγομέναι”, τῇ δὲ σκ' γράφεται “ἐργαζομέναι”, τῇ δὲ σκγ' “δούλος”, τῇ δὲ σκε' “οἴκον”. ἀλλʼ ἀγαθόν ἐστί μοι τέλος εἰδέναι ἀκριβῶς, τίνι διαφέρει “ὁ ἐλαιών”, “ἡ ἐλαίᾱ”, καὶ “τὸ ἔλαιον”, ὡς “ὁ ἀμπελών” καὶ “ὁ ἀμπελός”.
χθὲς τὸ εἰκοστὸν κεφάλαιον τοῦ ΛΟΓΟΥ “ὁ βίος” ἀνέγνων. εὗρον ἓν σφάλμα ἐν τῷ κεφαλαίῳ, τοῦτʼ ἔστιν, τῇ σε' σελίδι λόγος τις ἐνδεῖ τῆς λέξεως “ἐν”· “οἱ τῷ ἀγρῷ οἰκοῦντες….” πλείονα δὲ σφάλματα εὗρον ἐν τοῖς μελετήμασιν· ἐν γὰρ ὀλίγοις λόγοις “ζῷσιν” ἀντὶ “ζῶσιν”, τῇ δὲ σιβ' “ὅς τὴν”, τῇ δὲ σιγ' “οἰκοῦσιν καὶ”.
σήμερον ἀνέγνων τοῦ ΛΟΓΟΥ τὸ ἔνατον καὶ δέκατον κεφάλαιον “ὁ δακτύλιος”. ἄτοπον ἐνόμισα τὴν λέξιν “τὸ δάκρῡμα” ἐν βιβλίῳ τοῖς μαθηταῖς, μάλα γὰρ σπανιωτέρᾱ ἡ λέξις ἢ “δάκρυον” ἐν τοῖς παλαίοις. δίς δὲ ἐπὶ τῇ σα' σελίδι “δοῦλην” γράφεται.
σήμερον ἀνέγνων τὸ ὄγδοον καὶ δέκατον κεφάλαιον τοῦ ΛΟΓΟΥ “οἱ παῖδες.” οὐχ εὗρον οὐδὲν σφάλμα ἐν τῷ κεφαλαίῳ, νέᾱν δὲ λέξιν ἔμαθον “ἰλιγγιάω”. ἡσάμην δὲ ἐπὶ τῇ ὑπομνήσει τοῦ περιπατεῖν ἐν τῷ Κεραμεικῷ.
τὸ ἕβδομον καὶ δέκατον κεφάλαιον τοῦ ΛΟΓΟΥ “τὰ μέρη τοῦ σώματος” σήμερον ἀνέγνων. ἄτοπον εὗρον τί μὲν ἐξηγοῦνται τῇ λέξει “ὕβρις”, ὥσπερ τὴν πρᾶξιν τῆς Ἀράχνης, τί δὲ οὔ. τὰ γὰρ παθήματα τῆς Δάφνης, τῆς Ἰοῦς, τῆς Λήδᾱς, τῆς Εὐρώῆς, καὶ τοῦ Γανημήδεος οὐκ ἐξηγεῖται ταύτῃ λέξει, λέξεσι δὲ ἄλλαις οἱ μῦθοι αὐτῶν λέγονται. αὕται αἱ ἄλλαι ἀκριβῶς γράφονται, ἀλλὰ καιρός μοι φαίνεται λανθάνεσθαι.
τὰ σφάλματα ἃ εἶδον·
-
ἡ τοῦ κεφαλαίου ἐπιγραφή “τά μέρη τοῦ σώματος”
-
τῇ ροη' σελίδι· τοῦς, ἀνθρώπινη, ἒν
-
τῇ ροθ', τὸ τρίτον ἐρώτημα· ποῖον ἐστι…
σήμερον ἀνέγνων τὸ ἕκτον καὶ δέκατον κεφάλαιον τοῦ ΛΟΓΟΥ “ἡ ἀγορά”. τὰ μὲν γιγνόμενα τοῦ κεφαλαίου οὐκ ἦν χαρίενα, αἱ δὲ νέαι λέξεις εὖ ἐτάχθησαν. οὐκ εἶδον ἐν τῷ κεφαλαίῳ οὐδένα σφάλματα.
τῷ σαββάτῳ ἀνέγνων τοῦ ΛΟΓΟΥ τὸ πέμπτον καὶ δέκατον κεφάλαιον “καθʼ ὁδόν”. οὐ σαφῶς οἶδα περὶ λέξεώς τινος τῇ ρνγ' σελίδι. ἐν λόγῳ τινὶ ἀναγιγνώσκω, Ἔπαιρε σεαὐτὸν καὶ φέρε πρὸς τὸν ποταμ/__ τὸν ἵππ/__ ὃς ἐν τῷ κήπῳ ἐστίν. σαφῶς μὲν οἶδα τῇ λέξει “σεαὐτὸν” τὸ ψιλὸν πνεῦμα οὐκ εἶναι ὀρθόν, νομίζω δὲ τὴν λέξιν “ἵππον” ἄτοπον. οὐ γὰρ εἰωθὸν λέγειν, “ἄγε τὸν ἵππον”, καὶ μὴ “φέρε τὸν ἵππον”; ἐγὼ δὲ οὐ σαφῶς οἶδα, ἀλλὰ “φέρειν τὸν ἵππον” φαίνεται ἄτοπον ἐμοί. ἴσως οὖν ὁ συγγραφεὺς ἐν νῷ εἶχε γράφειν “φέρε…τὸν σάκον”;
τρία μικρώτατα σφάλματα καὶ εἶδον. τὸ πρῶτόν ἐστιν “ἑπαίρω” ἐν τῷ τῶν λέξεων τετραγόνῳ τῇ ρνδ', τὸ δὲ δεύτερον “Αἴσωπῳ” τῇ ἴσῃ, τὸ δὲ τρίτον “πίνουσιν τὸν” τῇ ρνε'.
A useful metaphor from John Scalzi: Generative “AI”: The Guitar Hero of Creativity
σήμερον ἀνέγνων τοῦ ΛΟΓΟΥ τὸ τέταρτον καὶ δέκατον κεφάλαιον “ὁ κύκλωψ”. ἀναγνώσᾱσα τὸ ὅλον βιβλίον, προθήσω τὴν διάνοιαν τὴν ἐμὴν περὶ τούτου τοῦ κεφαλαίου. τὸ γὰρ κεφάλαιον φαίνεται πολλὰ χαλεπὰ τοῦ βιβλίου.
σήμερον τοῦ ΛΟΓΟΥ τὸ τρίτον καὶ δέκατον κεφάλαιον “ἡ τροφή” ἀνέγνων, γιγνώσκω δὲ νῦν τὴν Ἑλληνικὴν λέξιν “τὸ σκόρδον”.
σήμερον ἀνέγνων τοῦ ΛΟΓΟΥ τὸ δωδέκατον κεφάλαιον “ἡ Ὑπατίᾱ”. ἡ Ὑπατίᾱ οὔπω μέλει μοι, ἀλλὰ τοῖς ὑστέροις κεφαλαίοις ἔξεστιν αὑτὴν τὴν παῖδα τε καὶ τὸν οἶκον αὐτῆς μελήσειν μοι.
τὰ σφάλματα τοῦ δωδεκάτου κεφαλαίου·
-
τῇ μέσῃ ρκα' σελίδι λέγει “ἡ Πανδώρᾱ….ἔστιν αὐτῇ τέσσαρ__ ἐγγόν___.” ἀλλʼ οὐ μᾶλλον δεῖ λέγειν “εἴσιν αὐτῇ τέσσαρ__ ἔγγον__."; ὁ τοῦ κεφαλαίου λόγος τῇ ριζ' σελίδι ἐστίν, “ἔστιν αὐτῇ υἱός τε καὶ τέσσαρες ἔγγονοι”, ἀλλὰ τῷ μελετήματι δεῖ τοῦ πληθυντικοῦ ῥήματος. ἢ οὔ;
-
τῇ ρκβ' σελίδι δίς γίγνεται “ἑβδομήντα”, ἡ λέξις τοῦ νῦν, ἀντὶ “ἑβδομήκοντα”, “ἐξήκοντα” δὲ καὶ γίγνεται τῇ ὁμοίᾳ σελίδι
σήμερον τοῦ ΛΟΓΟΥ τὸ ἑνδέκατον κεφάλαιον “ὦ Ζεῦ! ὦ Ἥρα!” ἀνέγνων. ἴσως οἱ ὀφθαλμοὶ τῆς Ἑλένης κακοί εἰσιν, αὐτῇ δὲ ἐνδεί ὑάλινα.
ἐπὶ τῇ ρζ' σελίδι ἐστὶν ἄχρηστον σημεῖον· “ὁ δὲ δοῦλος οὔτε τὸ γάλα φέρει οὔτε τὴν κύλικα, ἀλλὰ τὸ μέλι»”. τὴν δὲ λέξιν τὴν ἐπὶ τῇ ρι' σελίδι καὶ ὑποπτεύω· “μετὰ δὲ ταῦτα ἐν τῷ βωμῷ ___ (προσεύχεται).” ἆρα οὐ δεῖ λέγειν “μετὰ δὲ ταῦτα ἐν τῇ αὐλῇ”; ἢ “πρὸς τῷ βωμῷ”, “πρὸ τοῦ βωμῷ”,“ἐπὶ τῷ βωμῷ”, ἢ ὁμοῖον; ὁ γὰρ Ἀπολλώνιος οὐχ ἵσταται ἐν τῷ βωμῷ.
σήμερον ἀνέγνων τὸ δέκατον κεφάλαιον τοῦ ΛΟΓΟΥ, “ἡ οἰκίᾱ”. εἰ μὴ ἀναγιγνώσκειν Ἑλληνιστὶ ἤδη ἠδυνησάμην, ἄγαν χαλεπὸν τὸ κεφάλαιον ἂν εὗρον, διότι τοσαύτας νέας λέξεις ἔχει. ποσάκις ἐν τοῖς ὑστέροις κεφαλαίοις εἴσομαι τὰς νέας λέξεις ταύτας, “ῥάπτω”, “κτενίζω (τὴν κόμὴν)”, ἢ “κιβώτιον”; οὐκ οἶδα, ἀλλὰ πεύσομαι.
τέλος τὰ πρόσωπα τοῦ βιβλίου τούτου ἄρχομαι μανθάνειν.
ἡ μόνη ἁμαρτία ἣν εἶδόν ἐστιν ἐν τῷ δεκάτῳ ἐρωτήματι τῆς Μελετήματος Γ· “οὐκ εὑρίσκει”.
σήμερον ἀνέγνων τοῦ ΛΟΓΟΥ τὸ ἔνατον κεφάλαιον, “ἡ Ἑλλάς”. τοῦτο χρησιμότερον μοι τοῦ ὀγδόου κεφαλαίου, πολλάκις γὰρ ὀλίγους τῶν μικρῶν ποταμῶν καὶ νήσων τῆς Ἑλλάδος λανθάνομαι. μίαν μικρὰν ἁμαρτίαν εἶδον, τοῦτʼ ἐστιν, τῇ πζ' σελίδι “ἐν τῇ Ἀττικῆ”.
Finished reading: Nasreddin Chotzas Mythoi by John Foulk 📚
ἀνεγνώσθη σήμερον Νασρέδδιν Χότζας· Μῦθοι, βιβλίον ὑπὸ Ἰωάννου Φούλκ. οὐκ ἄριστον βιβλίον ὃν ἀνέγνωκα, ἀλλὰ τινες τῶν μύθων ἤρεσαν μοι. τοῖς μαθηταῖς οἱ μακρότεροι μῦθοι ἐν τῷ βιβλίῳ πολλάκις ῥᾴονές εἰσι τῶν μικροτέρων. Ἑρμῆς Πάντα Κλέπτει παραδείγματι ῥᾴων ἐστὶ τούτου βιβλίου ὅτι ὁ ἀναγιγνώσκων λαμβάνεται τοῦ ῥεύματος τοῦ μῦθος· ἀλλὰ ὁ μαθητὴς ἀναγιγνώσκων Νασρέδδιν Χότζας χαλεπῶς λαμβάνεται τὰ γιγνόμενα, μόνον γὰρ μικρὸν χρόνον τὰ ῥήματα μύθου τινὸς ῥεῖ. ἡδίονες οὖν ἐμοί ἦσαν οἱ μακρότεροι μῦθοι τοῦ βιβλίου τούτου, μάλιστα ὁ ἔνατος καὶ δέκατος μῦθος “Χότζας οὐ λέγων οὐδέν”, ὁ εἰκοστὸς “Χότζας τεθνεώς”, ὁ εἰκοστὸς πρῶτος “Χότζας λέγων ἐν τεμένει”, καὶ ὁ τριακοστὸς “Χότζας καὶ φιλόσοφος”. δεινὸν δὲ ἐνόμισα τὸν εἰκοστὸς τέταρτος “Χότζας ὀσμὴν πριάμενος”.
ὀλίγοι τῶν μύθων καί εἰσιν ἐν τῷ βιβλίῳ ὃν γέγραπται ὑπὸ τῆς Σαπφίρης καὶ τῆς Φρείδος. οὗτοί εἰσιν ὁ ἑνδέκατος “Χότζας περὶ ἡλίου καὶ σελήνης”, ὁ πέμπτος καὶ δέκατος “Χότξας ὀρθῶς λέγων”, καὶ ὁ εἰκοστὸς δεύτερος “Χότζας ἀγγεῖον χρησάμενος”.
μόνον εἶδον τὰς δύο μικρὰς ἁμαρτίας ἐν τῷ βιβλίω· τῇ μὲν σελίδι κδ' “γέγονασιν” ἀντὶ “γεγόνασιν”, τῇ δὲ σελίδι νγ' “εἶπε εἶπε”.
ἀσμένη εἶδον τὸ ἀριθμεῖν τῶν ἡμερῶν, τῇ σελίδι μϛ' παραδείγματι.
Currently reading: After Babel by George Steiner 📚
Language–and this is one of the crucial propositions in certain schools of modern semantics–is the most salient model of Heraclitean flux. It alters at every moment in perceived time. The sum of linguistic events is not only increased but qualified by each new event. If they occur in temporal sequence, no two statements are perfectly identical. Though homologous, they interact. When we think about language, the object of our reflection alters in the process (thus specialized or metalanguages may have considerable influence on the vulgate). In short: so far as we experience and “realize” them in linear progression, time and language are intimately related: they move and the arrow is never in the same place.
Finished reading: Ὁ ἐπὶ Τροίᾱν Πόλεμος a Greek novella by Seumas Macdonald 📚
3/4/26: ἀνεγνώσθη σήμερον ὁ ἐπὶ Τροίᾱν πόλεμος ὑπὸ τοῦ Σεῦμας Μακδόναλδ. τοῦτο τὸ βιβλίον ἀρέσκει μοι. ἐνόησα ἁμαρτίᾱν τινὰ μῑκροτάτην, υἱος ἐπὶ τῇ ἐνενηκοστῇ σελίδι, καὶ ὀλίγα ἐμοὶ ἄδηλα. τί παραδείγματί ἐστι τὴν σύνταξιν τῇ λϛ' «τὴν Βρῑσηίδα καλήν» καὶ μὴ «τὴν καλὴν Βρῑσηίδα»; ἆρʼ ἡ σύνταξις αὕτὴ σημαίνει ὅτι τὸ κάλλος τὸ τῆς Βρῑσηίδος αἰτίᾱ ἐστὶ τῆς πράξεως; διὰ τί καὶ τὸ ῥῆμα «διαφθείρατε» τῇ ϙε' οὕτως χρῆται τῷ σημῆναι «they are destroying» ὡς τῇ ρε' ἐξηγεῖται, καὶ μὴ «διαφθείρουσιν» ἢ ἄλλη τις μόρφη τοῦ «διαφθείρω» ἣν ἀναγνωρίζω; τούτῳ τῷ ῤήματι ἀπορῶ.
ἀλλ` ὅμως ὁ μῦθός ἐστιν ἄριστος καὶ εὖ λέγεται. ῥᾳδίως γὰρ ἀναγιγνώσκεται, τοῦ δὲ καταλόγου μῑκροῦ ὄντος μέγα βιβλίον τοῖς μαθηταῖς ποιεῖται.
Finished reading: Greek Reader by Mark Jeong 📚
ἀναγιγνώσκουσα σήμερον (4/2/26) ἐξετέλεσα τὸ βιβλίον A Greek Reader: A Companion to Biblical Greek, ὅν Μαρκ Ιεογγ συνέγραψεν. ὡς φαίνεται ἀπὸ τοῦ ὀνόματος αὐτοῦ, τὸ βιβλίον τοῦτο συνεγράφη ἵνα οἱ μανθάνοντες τῃν Κοινὴν γλῶσσαν τῆς τοῦ Κρῶι εἰσαγωγῆς οἱ μαθηταὶ ἀναγιγνώσκοιεν αὐτόν. χρσηιμώτατον οὖν ἐστι τῷ μαθητῇ τοῦ Κρῶι, χρήσιμον δὲ καὶ ἐμοί. οὐκ ἤρεσκέ μοι ὅτι τὸ νῦ ἐφελκυστικὸν καὶ ἡ ἔκθλιψις οὐκ ἔφαινον ἑν τοσούτοις κεφαλαίοις, ἀλλʽ ἴσως ὁ Κρῶι ἄνευ τούτων πολλὰ κεφάλαια συνέγραψεν.