ὁ ἐπὶ Τροίᾱν πόλεμος
ἀνεγνώσθη σήμερον ὁ ἐπὶ Τροίᾱν πόλεμος ὑπὸ τοῦ Σεῦμας Μακδόναλδ. τοῦτο τὸ βιβλίον ἀρέσκει μοι. ἐνόησα ἁμαρτίᾱν τινὰ μῑκροτάτην, υἱος ἐπὶ τῇ ἐνενηκοστῇ σελίδι, καὶ ὀλίγα ἐμοὶ ἄδηλα. τί παραδείγματί ἐστι τὴν σύνταξιν τῇ λϛ' «τὴν Βρῑσηίδα καλήν» καὶ μὴ «τὴν καλὴν Βρῑσηίδα»; ἆρʼ ἡ σύνταξις αὕτὴ σημαίνει ὅτι τὸ κάλλος τὸ τῆς Βρῑσηίδος αἰτίᾱ ἐστὶ τῆς πράξεως; διὰ τί καὶ τὸ ῥῆμα «διαφθείρατε» τῇ ϙε' οὕτως χρῆται τῷ σημῆναι «they are destroying» ὡς τῇ ρε' ἐξηγεῖται, καὶ μὴ «διαφθείρουσιν» ἢ ἄλλη τις μόρφη τοῦ «διαφθείρω» ἣν ἀναγνωρίζω; τούτῳ τῷ ῤήματι ἀπορῶ.
ἀλλ` ὅμως ὁ μῦθός ἐστιν ἄριστος καὶ εὖ λέγεται. ῥᾳδίως γὰρ ἀναγιγνώσκεται, τοῦ δὲ καταλόγου μῑκροῦ ὄντος μέγα βιβλίον τοῖς μαθηταῖς ποιεῖται.