τῷ σαββάτῳ ἀνέγνων τοῦ ΛΟΓΟΥ τὸ πέμπτον καὶ δέκατον κεφάλαιον “καθʼ ὁδόν”. οὐ σαφῶς οἶδα περὶ λέξεώς τινος τῇ ρνγ' σελίδι. ἐν λόγῳ τινὶ ἀναγιγνώσκω, Ἔπαιρε σεαὐτὸν καὶ φέρε πρὸς τὸν ποταμ/__ τὸν ἵππ/__ ὃς ἐν τῷ κήπῳ ἐστίν. σαφῶς μὲν οἶδα τῇ λέξει “σεαὐτὸν” τὸ ψιλὸν πνεῦμα οὐκ εἶναι ὀρθόν, νομίζω δὲ τὴν λέξιν “ἵππον” ἄτοπον. οὐ γὰρ εἰωθόν λέγειν, “ἄγε τὸν ἵππον”, καὶ μὴ “φέρε τὸν ἵππον”; ἐγὼ δὲ οὐ σαφῶς οἶδα, ἀλλὰ “φέρειν τὸν ἵππον” φαίνεται ἄτοπον ἐμοί. ἴσως οὖν ὁ συγγραφεὺς ἐν νῷ εἶχε γράφειν “φέρε…τὸν σάκον”;
τρία μικρώτατα σφάλματα καὶ εἶδον. τὸ πρῶτόν ἐστιν “ἑπαίρω” ἐν τῷ τῶν λέξεων τετραγόνῳ τῇ ρνδ', τὸ δὲ δεύτερον “Αἴσωπῳ” τῇ ἴσῃ, τὸ δὲ τρίτον “πίνουσιν τὸν” τῇ ρνε'.